Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.186 Joseph. AJ 4.192 (English) >>Joseph. AJ 4.197

4.190ἐπεὶ προαχθέντες εἰς καταφρόνησιν ὑπʼ αὐτοῦ καὶ τῆς ἀρετῆς ὀλιγωρίαν ἀπολεῖτε καὶ τὴν εὔνοιαν τὴν παρὰ τοῦ θεοῦ, ποιήσαντες δὲ τοῦτον ἐχθρὸν τήν τε γῆν, ἣν κτήσεσθε, κρατηθέντες ὅπλοις ὑπὸ τῶν αὖθις ἀφαιρεθήσεσθε μετὰ μεγίστων ὀνειδῶν καὶ σκεδασθέντες διὰ τῆς οἰκουμένης πᾶσαν ἐμπλήσετε καὶ γῆν καὶ θάλασσαν τῆς αὑτῶν δουλείας. 4.191ἔσται δʼ ὑμῖν τούτων πεῖραν λαμβάνουσιν ἀνωφελὴς μετάνοια καὶ τῶν οὐ φυλαχθέντων νόμων ἀνάμνησις. ὅθεν εἰ βούλοισθε τούτους ὑμῖν μένειν, τῶν πολεμίων μηδένα ὑπολείπησθε κρατήσαντες αὐτῶν, ἀλλʼ ἀπολλύναι πάντας κρίνατε συμφέρειν, ἵνα μή τινων παραγευσάμενοι τῆς ἐκείνων ἐπιτηδεύσεως διαφθείρητε τὴν πάτριον πολιτείαν. 4.192ἔτι δὲ καὶ βωμοὺς καὶ ἄλση καὶ νεὼς ὁπόσους ἂν ἔχοιεν κατερείπειν παραινῶ καὶ δαπανᾶν πυρὶ τὸ γένος αὐτῶν καὶ τὴν μνήμην· βεβαία γὰρ ἂν οὕτως ὑμῖν μόνον ὑπάρξειεν τῶν οἰκείων ἀγαθῶν ἀσφάλεια. 4.193ἵνα δὲ μὴ διʼ ἀμαθίαν τοῦ κρείττονος φύσις ὑμῶν πρὸς τὸ χεῖρον ἀπονεύσῃ, συνέθηκα ὑμῖν καὶ νόμους ὑπαγορεύσαντός μοι τοῦ θεοῦ καὶ πολιτείαν, ἧς τὸν κόσμον φυλάξαντες πάντων ἂν εὐδαιμονέστατοι κριθείητε.” 4.194

Ταῦτα εἰπὼν δίδωσιν αὐτοῖς ἐν βιβλίῳ τοὺς νόμους καὶ τὴν διάταξιν τῆς πολιτείας ἀναγεγραμμένην. οἱ δὲ ἐδάκρυόν τε καὶ πολλὴν ἐπιζήτησιν ἐποιοῦντο τοῦ στρατηγοῦ μεμνημένοι τε ὧν κινδυνεύσειε καὶ προθυμηθείη τῆς περὶ αὐτῶν σωτηρίας καὶ δυσελπιστοῦντες περὶ τῶν μελλόντων ὡς οὐκ ἐσομένης ἄλλης ἀρχῆς τοιαύτης, ἧττόν τε τοῦ θεοῦ προνοησομένου διὰ τὸ Μωυσῆν εἶναι τὸν παρακαλοῦντα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.186 Joseph. AJ 4.192 (English) >>Joseph. AJ 4.197

Powered by PhiloLogic